Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.348 Joseph. AJ 15.353 (English) >>Joseph. AJ 15.358

15.351Γαδαρέων δέ τινες ἐπʼ Ἀγρίππαν ἦλθον κατηγοροῦντες αὐτοῦ, καὶ τούτους ἐκεῖνος οὐδὲ λόγον αὐτοῖς δοὺς ἀναπέμπει τῷ βασιλεῖ δεσμίους. οἵ τε Ἄραβες καὶ πάλαι δυσμενῶς ἔχοντες πρὸς τὴν ἀρχὴν τὴν Ἡρώδου διεκεκίνηντο καὶ στασιάζειν ἐπεχείρουν αὐτῷ τὰ πράγματα τότε καὶ μετʼ αἰτίας, ὡς ἐδόκουν, εὐλογωτέρας· 15.352 γὰρ Ζηνόδωρος ἀπογινώσκων ἤδη τῶν καθʼ αὑτὸν ἔφθη τῆς ἐπαρχίας μέρος τι τὴν Αὐρανῖτιν αὐτοῖς ἀποδόσθαι ταλάντων πεντήκοντα. ταύτης ἐμπεριεχομένης τῇ δωρεᾷ Καίσαρος ὡς μὴ δικαίως ἀφαιρούμενοι διημφισβήτουν, πολλάκις μὲν ταῖς καταδρομαῖς καὶ τῷ βιάζεσθαι θέλειν, ἄλλοτε δὲ καὶ πρὸς δικαιολογίαν ἰόντες. 15.353ἀνέπειθον δὲ καὶ τοὺς ἀπόρους τῶν στρατιωτῶν καὶ δυσμενεῖς, ἦσαν δʼ ἐπελπίζοντες ἀεὶ καὶ πρὸς τὸν νεωτερισμὸν ἐνδιδόντες, μάλιστα χαίρουσιν οἱ κακῶς πράττοντες τῷ βίῳ. ταῦτα δὲ ἐκ μακροῦ πραττόμενα γινώσκων Ἡρώδης ὅμως οὐκ εἰς τὸ δυσμενές, ἀλλʼ ἐξ ἐπιλογισμοῦ παρηγόρει ταῖς ταραχαῖς οὐκ ἀξιῶν ἀφορμὰς ἐνδιδόναι. 15.354

Ἤδη δʼ αὐτοῦ τῆς βασιλείας ἑπτακαιδεκάτου προελθόντος ἔτους Καῖσαρ εἰς Συρίαν ἀφίκετο. καὶ τότε τῶν Γάδαρα κατοικούντων οἱ πλεῖστοι κατεβόων Ἡρώδου βαρὺν αὐτὸν ἐν τοῖς ἐπιτάγμασιν καὶ τυραννικὸν εἶναι. 15.355ταῦτα δὲ ἀπετόλμων μάλιστα μὲν ἐγκειμένου καὶ διαβάλλοντος αὐτὸν Ζηνοδώρου καὶ παρασχόντος ὅρκους, ὡς οὐκ ἐγκαταλείψει μὴ πάντα τρόπον ἀφελέσθαι μὲν τῆς Ἡρώδου βασιλείας, προσθήσειν δὲ τῇ διοικήσει τῇ Καίσαρος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.348 Joseph. AJ 15.353 (English) >>Joseph. AJ 15.358

Powered by PhiloLogic